Χορός
406 ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς ,
407 μέλπεις θ’ μέλπουσ’ οὐ σαφῆ δείξεις ἴσως .
Ταλθύβιος
408 εἰ μή σ’ Ἀπόλλων ἐξεβάκχευεν φρένας ,
409 οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
410 τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός .
411 ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
412 οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα .
413 γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ ,
414 Ἀτρέως φίλος παῖς , τῆσδ’ ἔρωτ’ ἐξαίρετον
415 μαινάδος ὑπέστη · καὶ πένης μέν εἰμ’ ἐγώ ,
416 ἀτὰρ λέχος γε τῆσδ’ ἂν οὐκ ἐκτησάμην .
417 καὶ σοὶ μέν οὐ γὰρ ἀρτίας ἔχεις φρένας
418 Ἀργεῖ’ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
419 ἀνέμοις φέρεσθαι παραδίδωμ’ · ἕπου δέ μοι
420 πρὸς ναῦς , καλὸν νύμφευμα τῷ στρατηλάτῃ .
421 σὺ δ’ , ἡνίκ’ ἄν σε Λαρτίου χρῄζῃ τόκος
422 ἄγειν , ἕπεσθαι · σώφρονος δ’ ἔσῃ λάτρις
423 γυναικός , ὥς φασ’ οἱ μολόντες Ἴλιον .