Μενέλαος
860 καλλιφεγγὲς ἡλίου σέλας τόδε ,
861 ἐν δάμαρτα τὴν ἐμὴν χειρώσομαι
862 { Ἑλένην · γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ }
863 { Μενέλαός εἰμι καὶ στράτευμ’ Ἀχαιϊκόν . }
864 ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
865 γυναικὸς οὕνεκ’ , ἀλλ’ ἐπ’ ἄνδρ’ ὃς ἐξ ἐμῶν
866 δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο .
867 κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
868 αὐτός τε καὶ γῆ δορὶ πεσοῦσ’ Ἑλληνικῷ .
869 ἥκω δὲ τὴν τάλαιναν οὐ γὰρ ἡδέως
870 ὄνομα δάμαρτος ποτ’ ἦν ἐμὴ λέγω
871 ἄξων · δόμοις γὰρ τοῖσδ’ ἐν αἰχμαλωτικοῖς
872 κατηρίθμηται Τρῳάδων ἄλλων μέτα .
873 οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί ,
874 κτανεῖν ἐμοί νιν ἔδοσαν , εἴτε μὴ κτανὼν
875 θέλοιμ’ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα .
876 ἐμοὶ δ’ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
877 Ἑλένης ἐᾶσαι , ναυπόρῳ δ’ ἄγειν πλάτῃ
878 Ἑλληνίδ’ ἐς γῆν κᾆτ’ ἐκεῖ δοῦναι κτανεῖν ,
879 ποινὰς ὅσοις τεθνᾶσ’ ἐν Ἰλίῳ φίλοι .
880 ἀλλ’ εἶα χωρεῖτ’ ἐς δόμους , ὀπάονες ,
881 κομίζετ’ αὐτὴν τῆς μιαιφονωτάτης
882 κόμης ἐπισπάσαντες · οὔριοι δ’ ὅταν
883 πνοαὶ μόλωσι , πέμψομέν νιν Ἑλλάδα .