4.82 θωμάσια δὲ ἡ χώρη αὕτη οὐκ ἔχει , χωρὶς ἢ ὅτι ποταμούς τε πολλῶ μεγίστους καὶ ἀριθμὸν πλείστους . τὸ δὲ ἀποθωμάσαι ἄξιον καὶ πάρεξ τῶν ποταμῶν καὶ τοῦ μεγάθεος τοῦ πεδίου παρέχεται , εἰρήσεται . ἴχνος Ἡρακλέος φαίνουσι ἐν πέτρῃ ἐνεόν , τὸ ἔοικε μὲν βήματι ἀνδρός , ἔστι δὲ τὸ μέγαθος δίπηχυ , παρὰ τὸν Τύρην ποταμόν . τοῦτο μέν νυν τοιοῦτο ἐστί , ἀναβήσομαι δὲ ἐς τὸν κατ’ ἀρχὰς ἤια λέξων λόγον .
4.83 παρασκευαζομένου Δαρείου ἐπὶ τοὺς Σκύθας καὶ ἐπιπέμποντος ἀγγέλους ἐπιτάξοντας τοῖσι μὲν πεζὸν στρατόν , τοῖσι δὲ νέας παρέχειν , τοῖσι δὲ ζεύγνυσθαι τὸν Θρηίκιον Βόσπορον Ἀρτάβανος ὁ Ὑστάσπεος , ἀδελφεὸς ἐὼν Δαρείου , ἐχρήιζε μηδαμῶς αὐτὸν στρατηίην ἐπὶ Σκύθας ποιέεσθαι , καταλέγων τῶν Σκυθέων τὴν ἀπορίην . ἀλλ’ οὐ γὰρ ἔπειθε συμβουλεύων οἱ χρηστά , ὃ μὲν ἐπέπαυτο , ὁ δέ , ἐπειδή οἱ τὰ ἅπαντα παρεσκεύαστο , ἐξήλαυνε τὸν στρατὸν ἐκ Σούσων .
4.84 ἐνθαῦτα τῶν Περσέων Οἰόβαζος ἐδεήθη Δαρείου τριῶν ἐόντων οἱ παίδων καὶ πάντων στρατευομένων ἕνα αὐτῷ καταλειφθῆναι . ὁ δὲ ἔφη ὡς φίλῳ ἐόντι καὶ μετρίων δεομένῳ πάντας τοὺς παῖδας καταλείψειν . ὁ μὲν δὴ Οἰόβαζος περιχαρὴς ἦν , ἐλπίζων τοὺς υἱέας στρατηίης ἀπολελύσθαι . ὁ δὲ ἐκέλευσε τοὺς ἐπὶ τούτων ἐπεστεῶτας ἀποκτεῖναι πάντας τοὺς Οἰοβάζου παῖδας .