4.85 καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο · Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης ἐπὶ τὸν Βόσπορον ἵνα ἔζευκτο ἡ γέφυρα , ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλευμένας , τὰς πρότερον πλαγκτὰς Ἕλληνες φασὶ εἶναι , ἑζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον ἐόντα ἀξιοθέητον . πελαγέων γὰρ ἁπάντων πέφυκε θωμασιώτατος · τοῦ τὸ μὲν μῆκος στάδιοι εἰσὶ ἑκατὸν καὶ χίλιοι καὶ μύριοι , τὸ δὲ εὖρος , τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ , στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι . τούτου τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι · μῆκος δὲ , τοῦ στόματος ὁ αὐχήν , τὸ δὴ Βόσπορος κέκληται , κατ’ ὃ δὴ ἔζευκτο ἡ γέφυρα , ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι . τείνει δ’ ἐς τὴν Προποντίδα ὁ Βόσπορος · ἡ δὲ Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων , μῆκος δὲ τετρακοσίων καὶ χιλίων , καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους , μῆκος δὲ τετρακοσίους . ἐκδιδοῖ δὲ ὁ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται .
4.86 μεμέτρηται δὲ ταῦτα ὧδε . νηῦς ἐπίπαν μάλιστα κῃ κατανύει ἐν μακρημερίῃ ὀργυιὰς ἑπτακισμυρίας , νυκτὸς δὲ ἑξακισμυρίας . ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος ʹτοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον̓ ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ · αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται , ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί .