96 καὶ πεδί’ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς .
97 ὀρφναίη δ’ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ ,
98 πλείων , τάχα δ’ ὄρθρος ἐγίγνετο δημιοεργός ·
99 δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη ,
100 Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος .
101 τῆμος ἐπ’ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
102 Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους .
103 ἀκμῆτες δ’ ἵκανον ἐπ’ αὔλιον ὑψιμέλαθρον
104 καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος .
105 ἔνθ’ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
106 καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας ,
107 λωτὸν ἐρεπτομένας ἠδ’ ἑρσήεντα κύπειρον ·
108 σὺν δ’ ἐφόρει ξύλα πολλά , πυρὸς δ’ ἐπεμαίετο τέχνην .
109 δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
110 [ ... ] ἄρμενον ἐν παλάμῃ · ἄμπνυτο δὲ θερμὸς ἀυτμή ·
111 Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ’ ἀνέδωκε .
112 πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
113 οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά · λάμπετο δὲ φλὸξ
114 τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο .
115 ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο ,
116 τόφρα δ’ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
117 δοιὰς ἄγχι πυρός · δύναμις δέ οἱ ἕσπετο πολλή .
118 ἀμφοτέρας δ’ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας ·
119 ἀγκλίνων δ’ ἐκύλινδε δι’ αἰῶνας τετορήσας .
120 ἔργῳ δ’ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ ·
121 ὤπτα δ’ ἀμφ’ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
122 σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
123 ἐργμένον ἐν χολάδεσσι · τὰ δ’ αὐτοῦ κεῖτ’ ἐπὶ χώρης ·
124 ῥινοὺς δ’ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ ,
125 ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι ,
126 δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον · αὐτὰρ ἔπειτα
127 Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα