128 λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
129 κληροπαλεῖς · τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ .
130 ἔνθ’ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς ·
131 ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
132 ἡδεῖ’ · ἀλλ’ οὐδ’ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ ,
133 καί τε μάλ’ ἱμείροντι , περῆν ἱερῆς κατὰ δειρῆς .
134 ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον ,
135 δημὸν καὶ κρέα πολλά , μετήορα δ’ αἶψ’ ἀνάειρε ,
136 σῆμα νέης φωρῆς · ἐπὶ δὲ ξύλα κάγκαν’ ἀγείρας
137 οὐλόποδ’ , οὐλοκάρηνα πυρὸς κατεδάμνατ’ ἀυτμῇ .
138 αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων ,
139 σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην ·
140 ἀνθρακιὴν δ’ ἐμάρανε , κόνιν δ’ ἀμάθυνε μέλαιναν
141 παννύχιος · καλὸν δὲ φόως κατέλαμπε Σελήνης .
142 Κυλλήνης δ’ αἶψ’ αὖτις ἀφίκετο δῖα κάρηνα
143 ὄρθριος , οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
144 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων ,
145 οὐδὲ κύνες λελάκοντο · Διὸς δ’ ἐριούνιος Ἑρμῆς
146 δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
147 αὔρῃ ὀπωρινῇ ἐναλίγκιος , ἠύτ’ ὀμίχλη .
148 ἰθύσας δ’ ἄντρου ἐξίκετο πίονα νηὸν
149 ἦκα ποσὶ προβιβῶν · οὐ γὰρ κτύπεν , ὥσπερ ἐπ’ οὔδει .
150 ἐσσυμένως δ’ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς ·
151 σπάργανον ἀμφ’ ὤμοις εἰλυμένος , ἠύτε τέκνον
152 νήπιον , ἐν παλάμῃσι περ’ ἰγνύσι λαῖφος ἀθύρων
153 κεῖτο , χέλυν ἐρατὴν ἐπ’ ἀριστερὰ χειρὸς ἐέργων .
154 μητέρα δ’ οὐκ ἄρ’ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον ·
155 τίπτε σύ , ποικιλομῆτα , πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
156 ἔρχῃ , ἀναιδείην ἐπιειμένε ; νῦν σε μάλ’ οἴω
157 τάχ’ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα