218 ἴχνιά τ’ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον ·
219 πόποι , μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι ·
220 ἴχνια μὲν τάδε γ’ ἐστὶ βοῶν ὀρθοκραιράων ,
221 ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα ·
222 βήματα δ’ οὔτ’ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
223 οὔτε λύκων πολιῶν οὔτ’ ἄρκτων οὔτε λεόντων ·
224 οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι ,
225 ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν ·
226 αἰνὰ μὲν ἔνθεν ὁδοῖο , τὰ δ’ αἰνότερ’ ἔνθεν ὁδοῖο .
227 ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
228 Κυλλήνης δ’ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ ,
229 πέτρης ἐς κευθμῶνα βαθύσκιον , ἔνθα τε νύμφη
230 ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος .
231 ὀδμὴ δ’ ἱμερόεσσα δι’ οὔρεος ἠγαθέοιο
232 κίδνατο , πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην .
233 ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
234 ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων .
235 Τὸν δ’ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
236 χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα ,
237 σπάργαν’ ἔσω κατέδυνε θυήεντ’ · ἠύτε πολλὴν
238 πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει ,
239 ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν .
240 ἐν δ’ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε ,
241 φή ῥα νεόλλουτος , προκαλεύμενος ἥδυμον ὕπνον ,
242 ἐγρήσσων ἐτεόν γε · χέλυν δ’ ὑπὸ μασχάλῃ εἶχε .
243 γνῶ δ’ οὐδ’ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
244 νύμφην τ’ οὐρείην περικαλλέα καὶ φίλον υἱόν ,
245 παῖδ’ ὀλίγον , δολίῃς εἰλυμένον ἐντροπίῃσι .
246 παπτήνας δ’ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
247 τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
248 νέκταρος ἐμπλείους ἠδ’ ἀμβροσίης ἐρατεινῆς ·
249 πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο ,