250 πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης ,
251 οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν ·
252 ἔνθ’ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
253 Λητοΐδης , μύθοισι προσηύδα κύδιμον Ἑρμῆν ·
254 παῖ , ὃς ἐν λίκνῳ κατάκειαι , μήνυέ μοι βοῦς
255 θᾶσσον · ἐπεὶ τάχα νῶι διοισόμεθ’ οὐ κατὰ κόσμον .
256 ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα ,
257 ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον · οὐδέ σε μήτηρ
258 ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται , ἀλλ’ ὑπὸ γαίῃ
259 ἐρρήσεις ὀλίγοισι μετ’ ἀνδράσιν ἡγεμονεύων .
260 Τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι ·
261 Λητοΐδη , τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας ;
262 καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ’ ἱκάνεις ;
263 οὐκ ἴδον , οὐ πυθόμην , οὐκ ἄλλου μῦθον ἄκουσα ·
264 οὐκ ἂν μηνύσαιμ’ , οὐκ ἂν μήνυτρον ἀροίμην ·
265 οὐδὲ βοῶν ἐλατῆρι , κραταιῷ φωτί , ἔοικα .
266 οὐκ ἐμὸν ἔργον τοῦτο , πάρος δέ μοι ἄλλα μέμηλεν ·
267 ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
268 σπάργανά τ’ ἀμφ’ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά .
269 μή τις τοῦτο πύθοιτο , πόθεν τόδε νεῖκος ἐτύχθη ·
270 καί κεν δὴ μέγα θαῦμα μετ’ ἀθανάτοισι γένοιτο ,
271 παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
272 βουσὶν ἐπ’ ἀγραύλοισι · τὸ δ’ ἀπρεπέως ἀγορεύεις .
273 χθὲς γενόμην , ἁπαλοὶ δὲ πόδες , τρηχεῖα δ’ ὕπο χθών .
274 εἰ δ’ ἐθέλεις , πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι ·
275 μὴ μὲν ἐγὼ μήτ’ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι ,
276 μήτε τιν’ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων ,
277 αἵ τινες αἱ βόες εἰσί · τὸ δὲ κλέος οἶον ἀκούω .