455 θαυμάζω , Διὸς υἱέ , τάδ’ , ὡς ἐρατὸν κιθαρίζεις .
456 νῦν δ’ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας ,
457 ἷζε , πέπον , καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι ·
458 νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
459 σοί τ’ αὐτῷ καὶ μητρί · τὸ δ’ ἀτρεκέως ἀγορεύσω ·
460 ναὶ μὰ τόδε κρανέινον ἀκόντιον , μὲν ἐγώ σε
461 κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν’ εἵσω
462 δώσω τ’ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω .
463 τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν ·
464 εἰρωτᾷς μ’ , Ἐκάεργε , περιφραδές · αὐτὰρ ἐγώ σοι
465 τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω .
466 σήμερον εἰδήσεις · ἐθέλω δέ τοι ἤπιος εἶναι
467 βουλῇ καὶ μύθοισι . σὺ δὲ φρεσὶ πάντ’ εὖ οἶδας ·
468 πρῶτος γάρ , Διὸς υἱέ , μετ’ ἀθανάτοισι θαάσσεις ,
469 ἠύς τε κρατερός τε · φιλεῖ δέ σε μητίετα Ζεὺς
470 ἐκ πάσης ὁσίης , ἔπορεν δέ τοι ἀγλαὰ δῶρα .
471 καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
472 μαντείας θ’ Ἐκάεργε , Διὸς παρά , θέσφατα πάντα
473 τῶν νῦν αὐτὸς ἐγώ σε μαλ’ ἀφνειὸν δεδάηκα ·
474 σοὶ δ’ αὐτάγρετόν ἐστι δαήμεναι , ὅττι μενοινᾷς .
475 ἀλλ’ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν ,
476 μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
477 δέγμενος ἐξ ἐμέθεν · σὺ δέ μοι , φίλε , κῦδος ὄπαζε .
478 εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην ,
479 καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν .
480 εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
481 καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον