425 Φοίβου Ἀπόλλωνος · τάχα δὲ λιγέως κιθαρίζων
426 γηρύετ’ ἀμβολάδην ἐρατὴ δέ οἱ ἕσπετο φωνή κραίνων
427 ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν ,
428 ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος .
429 Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ ,
430 μητέρα Μουσάων · γὰρ λάχε Μαιάδος υἱόν ·
431 τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
432 ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός ,
433 πάντ’ ἐνέπων κατὰ κόσμον , ἐπωλένιον κιθαρίζων .
434 τὸν δ’ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν ,
435 καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
436 " βουφόνε , μηχανιῶτα , πονεύμενε , δαιτὸς ἑταῖρε ,
437 πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας .
438 ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω ·
439 νῦν δ’ ἄγε μοι τόδε εἰπέ , πολύτροπε Μαιάδος υἱέ ,
440 σοί γ’ ἐκ γενετῆς τάδ’ ἅμ’ ἕσπετο θαυματὰ ἔργα
441 ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
442 δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν ;
443 θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω ,
444 ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν’ ἀνδρῶν
445 οὔτε τιν’ ἀθανάτων , οἳ Ὀλύμπια δώματ’ ἔχουσι ,
446 νόσφι σέθεν , φηλῆτα , Διὸς καὶ Μαιάδος υἱέ .
447 τίς τέχνη , τίς μοῦσα ἀμηχανέων μελεδώνων ,
448 τίς τρίβος ; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν ,
449 εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι .
450 καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός ,
451 τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
452 καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν ·
453 ἀλλ’ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν ,
454 οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται .