541 ἀνθρώπων δ’ ἄλλον δηλήσομαι , ἄλλον ὀνήσω ,
542 πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ’ ἀνθρώπων .
543 καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται , ὅς τις ἂν ἔλθῃ
544 φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν ·
545 οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται , οὐδ’ ἀπατήσω .
546 ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
547 μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
548 ἡμετέρην , νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων ,
549 φήμ’ , ἁλίην ὁδὸν εἶσιν . ἐγὼ δέ κε δῶρα δεχοίμην .
550 ἄλλο δέ τοι ἐρέω , Μαίης ἐρικυδέος υἱὲ
551 καὶ Διὸς αἰγιόχοιο , θεῶν ἐριούνιε δαῖμον ·
552 σεμναὶ γὰρ τινες εἰσί , κασίγνηται γεγαυῖαι ,
553 παρθένοι , ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι ,
554 τρεῖς · κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά ,
555 οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο ,
556 μαντείης ἀπάνευθε διδάσκαλοι , ἣν ἐπὶ βουσὶ
557 παῖς ἔτ’ ἐὼν μελέτησα · πατὴρ δ’ ἐμὸς οὐκ ἀλέγιζεν ,
558 ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
559 κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα .
560 αἳ δ’ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν ,
561 προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν ·
562 ἢν δ’ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν ,
563 ψεύδονται δὴ ἔπειτα δι’ ἀλλήλων δονέουσαι .
564 τάς τοι ἔπειτα δίδωμι · σὺ δ’ ἀτρεκέως ἐρεείνων
565 σὴν αὐτοῦ φρένα τέρπε , καὶ εἰ βροτὸν ἄνδρα δαείῃς ,
566 πολλάκι σῆς ὀμφῆς ἐπακούσεται , αἴ κε τύχῃσι .
567 ταῦτ’ ἔχε , Μαιάδος υἱέ , καὶ ἀγραύλους ἕλικας βοῦς
568 ἵππους τ’ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς . "
568a ὡς ἔφατ’ · οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι
568b θῆκε τέλος · πᾶσιν δ’ ἄρ’ γ’ οἰωνοῖσι κέλευσεν
569 καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι