570 καὶ κυσὶ καὶ μήλοισιν , ὅσα τρέφει εὐρεῖα χθών ,
571 πᾶσι δ’ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν ,
572 οἶον δ’ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι ,
573 ὅς τ’ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον .
574 οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
575 παντοίῃ φιλότητι · χάριν δ’ ἐπέθηκε Κρονίων .
576 πᾶσι δ’ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ .
577 παῦρα μὲν οὖν ὀνίνησι , τὸ δ’ ἄκριτον ἠπεροπεύει
578 νύκτα δι’ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων .
579 " καὶ σὺ μὲν οὕτω χαῖρε , Διὸς καὶ Μαιάδος , υἱέ ·
580 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς . "