1 " μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης ,
2 Κύπριδος , ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
3 καί τ’ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
4 οἰωνούς τε διιπετέας καὶ θηρία πάντα ,
5 ἠμὲν ὅσ’ ἤπειρος πολλὰ τρέφει ἠδ’ ὅσα πόντος ·
6 πᾶσιν δ’ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης . "
7 τρισσὰς δ’ οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι ·
8 κούρην τ’ αἰγιόχοιο Διός , γλαυκῶπιν Ἀθήνην ·
9 οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης ,
10 ἀλλ’ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος
11 ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ’ ἀλεγύνειν .
12 πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
13 ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ .
14 δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
15 ἀγλαὰ ἔργ’ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ .
16 οὐδέ ποτ’ Ἀρτέμιδα χρυσηλάκατον , κελαδεινὴν
17 δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη .
18 καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν ,
19 φόρμιγγές τε χοροί τε διαπρύσιοί τ’ ὀλολυγαὶ
20 ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν .
21 οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ’ Ἀφροδίτης ,
22 Ἱστίῃ , ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης ,
23 αὖτις δ’ ὁπλοτάτην , βουλῇ Διὸς αἰγιόχοιο ,
24 πότνιαν , ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων ·
25 δὲ μαλ’ οὐκ ἔθελεν , ἀλλὰ στερεῶς ἀπέειπεν ·
26 ὤμοσε δὲ μέγαν ὅρκον , δὴ τετελεσμένος ἐστίν ,
27 ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο ,
28 παρθένος ἔσσεσθαι πάντ’ ἤματα , δῖα θεάων .
29 τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
30 καὶ τε μέσῳ οἴκῳ κατ’ ἄρ’ ἕζετο πῖαρ ἑλοῦσα .
31 πᾶσιν δ’ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι