32 καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται .
33 τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι ·
34 τῶν δ’ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ’ Ἀφροδίτην
35 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων .
36 καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου ,
37 ὅστε μέγιστός τ’ ἐστὶ μεγίστης τ’ ἔμμορε τιμῆς .
38 καί τε τοῦ , εὖτ’ ἐθέλοι , πυκινὰς φρένας ἐξαπαφοῦσα
39 ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν ,
40 Ἥρης ἐκλελαθοῦσα , κασιγνήτης ἀλόχου τε ,
41 μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι .
42 κυδίστην δ’ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
43 μήτηρ τε Ῥείη · Ζεὺς δ’ ἄφθιτα μήδεα εἰδὼς
44 αἰδοίην ἄλοχον ποιήσατο κέδν’ εἰδυῖαν .
45 τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
46 ἀνδρὶ καταθνητῷ μιχθήμεναι , ὄφρα τάχιστα
47 μηδ’ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη ,
48 καί ποτ’ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
49 ἡδὺ γελοιήσασα , φιλομμειδὴς Ἀφροδίτη ,
50 ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί ,
51 καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν ,
52 ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις .
53 Ἀγχίσεω δ’ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ,
54 ὃς τότ’ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
55 βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς .
56 τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
57 ἠράσατ’ , ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν .
58 ἐς Κύπρον δ’ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν ,
59 ἐς Πάφον · ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης .
60 ἐνθ’ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς ·
61 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
62 ἀμβρότῳ , οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας ,
63 ἀμβροσίῳ ἑδανῷ , τό ῥά οἱ τεθυωμένον ἦεν .