64 ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
65 χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
66 σεύατ’ ἐπὶ Τροίης προλιποῦσ’ εὐώδεα Κύπρον ,
67 ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον .
68 Ἴδην δ’ ἵκανεν πολυπίδακα , μητέρα θηρῶν ,
69 βῆ δ’ ἰθὺς σταθμοῖο δι’ οὔρεος · οἳ δὲ μετ’ αὐτὴν
70 σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες ,
71 ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
72 ἤισαν · δ’ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
73 καὶ τοῖς ἐν στήθεσσι βάλ’ ἵμερον · οἳ δ’ ἅμα πάντες
74 σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους ·
75 αὐτὴ δ’ ἐς κλισίας εὐποιήτους ἀφίκανε ·
76 τὸν δ’ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ’ ἄλλων
77 Ἀγχίσην ἥρωα , θεῶν ἄπο κάλλος ἔχοντα .
78 οἳ δ’ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
79 πάντες · δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ’ ἄλλων
80 πωλεῖτ’ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων .
81 στῆ δ’ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
82 παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη ,
83 μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας .
84 Ἀγχίσης δ’ ὁρόων ἐφράζετο θαύμαινέν τε
85 εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα .
86 πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς ,
89 καλόν , χρύσειον , παμποίκιλον · ὡς δὲ σελήνη
90 στήθεσιν ἀμφ’ ἁπαλοῖσιν ἐλάμπετο , θαῦμα ἰδέσθαι ·
87 εἶχε δ’ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς ·
88 ὅρμοι δ’ ἀμφ’ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν .
91 Ἀγχίσην δ’ ἔρος εἷλεν , ἔπος δέ μιν ἀντίον ηὔδα ·
92 " χαῖρε , ἄνασσ’ , τις μακάρων τάδε δώμαθ’ ἱκάνεις ,
93 Ἄρτεμις Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
94 Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη ,