183 ἂψ δ’ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
184 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
185 " αὐτίκα σ’ ὡς τὰ πρῶτα , θεά , ἴδον ὀφθαλμοῖσιν ,
186 ἔγνων ὡς θεὸς ἦσθα · σὺ δ’ οὐ νημερτὲς ἔειπες .
187 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο ,
188 μή με ζῶντ’ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
189 ναίειν , ἀλλ’ ἐλέαιρ’ · ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
190 γίγνεται , ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι . "
191 τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη ·
192 " Ἀγχίση , κύδιστε καταθνητῶν ἀνθρώπων ,
193 θάρσει , μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην ·
194 οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε ,
195 οὐδ’ ἄλλων μακάρων · ἐπεὶ φίλος ἐσσὶ θεοῖσι .
196 σοὶ δ’ ἔσται φίλος υἱός , ὃς ἐν Τρώεσσιν ἀνάξει
197 καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες ·
198 τῷ δὲ καὶ Αἰνείας ὄνομ’ ἔσσεται , οὕνεκα μ’ αἰνὸν
199 ἔσχεν ἄχος , ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ ·
200 ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
201 αἰεὶ ἀφ’ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε .
202 τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
203 ἥρπασε ὃν διὰ κάλλος , ἵν’ ἀθανάτοισι μετείη
204 καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι ,
205 θαῦμα ἰδεῖν , πάντεσσι τετιμένος ἀθανάτοισι ,
206 χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν .
207 Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας , οὐδέ τι ᾔδει ,
208 ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα ·
209 τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
210 καί μιν Ζεὺς ἐλέησε , δίδου δέ οἱ υἷος ἄποινα ,
211 ἵππους ἀρσίποδας , τοί τ’ ἀθανάτους φορέουσι .