212 τούς οἱ δῶρον ἔδωκεν ἔχειν · εἶπεν δὲ ἕκαστα
213 Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης ,
214 ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν .
215 αὐτὰρ ἐπειδὴ Ζηνὸς γ’ ἔκλυεν ἀγγελιάων ,
216 οὐκέτ’ ἔπειτα γόασκε , γεγήθει δὲ φρένας ἔνδον ,
217 γηθόσυνος δ’ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο .
218 ὣς δ’ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς ,
219 ὑμετέρης γενεῆς , ἐπιείκελον ἀθανάτοισι .
220 Βῆ δ’ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα ,
221 ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα ·
222 τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ .
223 νηπίη , οὐδ’ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
224 ἥβην αἰτῆσαι ξῦσαί τ’ ἄπο γῆρας ὀλοιόν .
225 τὸν δ’ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη ,
226 Ἠοῖ τερπόμενος χρυσοθρόνῳ , ἠριγενείῃ
227 ναῖε παρ’ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης ·
228 αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
229 καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου ,
230 τοῦ δ’ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς ,
231 αὐτὸν δ’ αὖτ’ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα ,
232 σίτῳ τ’ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα .
233 ἀλλ’ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν ,
234 οὐδέ τι κινῆσαι μελέων δύνατ’ οὐδ’ ἀναεῖραι ,
235 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή ·
236 ἐν θαλάμῳ κατέθηκε , θύρας δ’ ἐπέθηκε φαεινάς .
237 τοῦ δ’ τοι φωνὴ ῥέει ἄσπετος , οὐδέ τι κῖκυς
238 ἔσθ’ , οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν .
239 οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
240 ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα .
241 ἀλλ’ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
242 ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης ,