274 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη ,
275 ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα .
276 σοὶ δ’ ἐγώ , ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω ,
277 ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα .
278 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι ,
279 γηθήσεις ὁρόων · μάλα γὰρ θεοείκελος ἔσται ·
280 ἄξεις δ’ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν .
281 ἢν δέ [ ] τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων ,
282 τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ ,
283 τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος , ὥς σε κελεύω ·
284 φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι ,
285 αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ .
286 εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
287 ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ ,
288 Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ .
289 εἴρηταί τοι πάντα · σὺ δὲ φρεσὶ σῇσι νοήσας ,
290 ἴσχεο μηδ’ ὀνόμαινε , θεῶν δ’ ἐποπίζεο μῆνιν . "
291 ὣς εἰποῦσ’ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα .
292 χαῖρε , θεά , Κύπροιο ἐυκτιμένης μεδέουσα ·
293 σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον .