243 οὐκ ἂν ἔπειτά μ’ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι .
244 νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
245 νηλειές , τό τ’ ἔπειτα παρίσταται ἀνθρώποισιν ,
246 οὐλόμενον , καματηρόν , ὅτε στυγέουσι θεοί περ .
247 αὐτὰρ ἐμοὶ μέγ’ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
248 ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο ,
249 οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας , αἷς ποτε πάντας
250 ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί ,
251 τάρβεσκον · πάντας γὰρ ἐμὸν δάμνασκε νόημα .
252 νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
253 τοῦτο μετ’ ἀθανάτοισιν , ἐπεὶ μάλα πολλὸν ἀάσθην ,
254 σχέτλιον , οὐκ ὀνοταστόν , ἀπεπλάγχθην δὲ νόοιο ,
255 παῖδα δ’ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα .
256 τὸν μέν , ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο ,
257 Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι ,
258 αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε ·
259 αἵ ῥ’ οὔτε θνητοῖς οὔτ’ ἀθανάτοισιν ἕπονται .
260 δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
261 καί τε μετ’ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο .
262 τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
263 μίσγοντ’ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων .
264 τῇσι δ’ ἅμ’ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
265 γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ ,
266 καλαί , τηλεθάουσαι , ἐν οὔρεσιν ὑψηλοῖσιν .
267 ἑστᾶσ’ ἠλίβατοι , τεμένη δέ κικλήσκουσιν
268 ἀθανάτων · τὰς δ’ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ ·
269 ἀλλ’ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο ,
270 ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά ,
271 φλοιὸς δ’ ἀμφιπεριφθινύθει , πίπτουσι δ’ ἄπ’ ὄζοι ,
272 τῶν δέ θ’ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο .
273 αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι .