1.16 πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν , καὶ χάριν ἀντὶ χάριτος ·
1.17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη , ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο .
1.18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε · μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο .
1.19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν · Σὺ τίς εἶ ;
1.20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο , καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός .
1.21 καὶ ἠρώτησαν αὐτόν · Τί οὖν ; σὺ Ἠλίας εἶ ; καὶ λέγει · Οὐκ εἰμί . Ὁ προφήτης εἶ σύ ; καὶ ἀπεκρίθη · Οὔ .
1.22 εἶπαν οὖν αὐτῷ · Τίς εἶ ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς · τί λέγεις περὶ σεαυτοῦ ;
1.23 ἔφη · Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ · Εὐθύνατε τὴν ὁδὸν κυρίου , καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης .
1.24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων .
1.25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ · Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης ;
1.26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων · Ἐγὼ βαπτίζω ἐν ὕδατι · μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε ,
1.27 ὁ ὀπίσω μου ἐρχόμενος , οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος .
1.28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου , ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων .
1.29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν , καὶ λέγει · Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν