1.29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν , καὶ λέγει · Ἴδε ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου .
1.30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον · Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν , ὅτι πρῶτός μου ἦν ·
1.31 κἀγὼ οὐκ ᾔδειν αὐτόν , ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων .
1.32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ , καὶ ἔμεινεν ἐπ’ αὐτόν ·
1.33 κἀγὼ οὐκ ᾔδειν αὐτόν , ἀλλ’ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν · Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν , οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ ·
1.34 κἀγὼ ἑώρακα , καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ἐκλεκτὸς τοῦ θεοῦ .
1.35 Τῇ ἐπαύριον πάλιν εἱστήκει Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο ,
1.36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει · Ἴδε ἀμνὸς τοῦ θεοῦ .
1.37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ .
1.38 στραφεὶς δὲ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς · Τί ζητεῖτε ; οἱ δὲ εἶπαν αὐτῷ · Ῥαββί λέγεται μεθερμηνευόμενον Διδάσκαλε , ποῦ μένεις ;
1.39 λέγει αὐτοῖς · Ἔρχεσθε καὶ ὄψεσθε . ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει , καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην · ὥρα ἦν ὡς δεκάτη .
1.40 ἦν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ ·