4.1 Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης —
4.2 καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ —
4.3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν .
4.4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας .
4.5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ ·
4.6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ . ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ · ὥρα ἦν ὡς ἕκτη .
4.7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ . λέγει αὐτῇ ὁ Ἰησοῦς · Δός μοι πεῖν ·
4.8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν , ἵνα τροφὰς ἀγοράσωσιν .
4.9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις · Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης ; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις .
4.10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ · Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι · Δός μοι πεῖν , σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν .
4.11 λέγει αὐτῷ ἡ γυνή · Κύριε , οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ · πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν ;
4.12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ , ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ ;
4.13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ · Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν ·