3.23 ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ , ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ , καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο ·
3.24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν Ἰωάννης .
3.25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ .
3.26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ · Ῥαββί , ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου , σὺ μεμαρτύρηκας , ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν .
3.27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν · Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ .
3.28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον · Οὐκ εἰμὶ ἐγὼ χριστός , ἀλλ’ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου .
3.29 ἔχων τὴν νύμφην νυμφίος ἐστίν · δὲ φίλος τοῦ νυμφίου ἑστηκὼς καὶ ἀκούων αὐτοῦ , χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου . αὕτη οὖν χαρὰ ἐμὴ πεπλήρωται .
3.30 ἐκεῖνον δεῖ αὐξάνειν , ἐμὲ δὲ ἐλαττοῦσθαι .
3.31 ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν . ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ · ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν ·
3.32 ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ , καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει .
3.33 λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι θεὸς ἀληθής ἐστιν .
3.34 ὃν γὰρ ἀπέστειλεν θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ , οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα .
3.35 πατὴρ ἀγαπᾷ τὸν υἱόν , καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ .