4.25 ἐκεῖνος , ἀναγγελεῖ ἡμῖν ἅπαντα .
4.26 λέγει αὐτῇ ὁ Ἰησοῦς · Ἐγώ εἰμι , ὁ λαλῶν σοι .
4.27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ , καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει · οὐδεὶς μέντοι εἶπεν · Τί ζητεῖς ; ἢ τί λαλεῖς μετ’ αὐτῆς ;
4.28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις ·
4.29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα · μήτι οὗτός ἐστιν ὁ χριστός ;
4.30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν .
4.31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες · Ῥαββί , φάγε .
4.32 ὁ δὲ εἶπεν αὐτοῖς · Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε .
4.33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους · Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν ;
4.34 λέγει αὐτοῖς ὁ Ἰησοῦς · Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον .
4.35 οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται ; ἰδοὺ λέγω ὑμῖν , ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν · ἤδη
4.36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον , ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων .
4.37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων ·
4.38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε · ἄλλοι κεκοπιάκασιν , καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε .
4.39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν