4.25 λέγει αὐτῷ γυνή · Οἶδα ὅτι Μεσσίας ἔρχεται , λεγόμενος χριστός · ὅταν ἔλθῃ ἐκεῖνος , ἀναγγελεῖ ἡμῖν ἅπαντα .
4.26 λέγει αὐτῇ Ἰησοῦς · Ἐγώ εἰμι , λαλῶν σοι .
4.27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ , καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει · οὐδεὶς μέντοι εἶπεν · Τί ζητεῖς ; τί λαλεῖς μετ’ αὐτῆς ;
4.28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις ·
4.29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα · μήτι οὗτός ἐστιν χριστός ;
4.30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν .
4.31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες · Ῥαββί , φάγε .
4.32 δὲ εἶπεν αὐτοῖς · Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε .
4.33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους · Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν ;
4.34 λέγει αὐτοῖς Ἰησοῦς · Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον .
4.35 οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται ; ἰδοὺ λέγω ὑμῖν , ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν · ἤδη
4.36 θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον , ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων .
4.37 ἐν γὰρ τούτῳ λόγος ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων ·