5.1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων , καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα .
5.2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά , πέντε στοὰς ἔχουσα ·
5.3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων , τυφλῶν , χωλῶν , ξηρῶν .
5.5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ ·
5.6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον , καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει , λέγει αὐτῷ · Θέλεις ὑγιὴς γενέσθαι ;
5.7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν · Κύριε , ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν · ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει .
5.8 λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει .
5.9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει . Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ .
5.10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ · Σάββατόν ἐστιν , καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον .
5.11 ὃς δὲ ἀπεκρίθη αὐτοῖς · Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει .
5.12 ἠρώτησαν οὖν αὐτόν · Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι · Ἆρον καὶ περιπάτει ;
5.13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν , ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ .
5.14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ · Ἴδε ὑγιὴς γέγονας · μηκέτι ἁμάρτανε , ἵνα μὴ χεῖρόν σοί τι γένηται .
5.15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις