5.15 ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ .
5.16 καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ .
5.17 ὁ δὲ ἀπεκρίνατο αὐτοῖς · Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι .
5.18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον , ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν , ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ .
5.19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν , οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα · ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ , ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ .
5.20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ , καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα , ἵνα ὑμεῖς θαυμάζητε .
5.21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ , οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ .
5.22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα , ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ ,
5.23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα . ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν .
5.24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον , καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν .
5.25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν .
5.26 ὥσπερ γὰρ ὁ