5.26 πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ , οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ ·
5.27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν , ὅτι υἱὸς ἀνθρώπου ἐστίν .
5.28 μὴ θαυμάζετε τοῦτο , ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
5.29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς , οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως .
5.30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν · καθὼς ἀκούω κρίνω , καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν , ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με .
5.31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ , ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής ·
5.32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ , καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ .
5.33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην , καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ ·
5.34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω , ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε .
5.35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων , ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ ·
5.36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου , τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά , αὐτὰ τὰ ἔργα ἃ ποιῶ , μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν ,
5.37 καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ . οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε ,
5.38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα , ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ