6.38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με ·
6.39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ .
6.40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου ἵνα πᾶς θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον , καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ .
6.41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν · Ἐγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ ,
6.42 καὶ ἔλεγον · Οὐχ οὗτός ἐστιν Ἰησοῦς υἱὸς Ἰωσήφ , οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα ; πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα ;
6.43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Μὴ γογγύζετε μετ’ ἀλλήλων .
6.44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν , κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ .
6.45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις · Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ · πᾶς ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ .
6.46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὢν παρὰ τοῦ θεοῦ , οὗτος ἑώρακεν τὸν πατέρα .
6.47 ἀμὴν ἀμὴν λέγω ὑμῖν , πιστεύων ἔχει ζωὴν αἰώνιον .
6.48 ἐγώ εἰμι ἄρτος τῆς ζωῆς ·
6.49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον ·
6.50 οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ ·