6.51 ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς · ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα , καὶ ἄρτος δὲ ὃν ἐγὼ δώσω σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς .
6.52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες · Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν ;
6.53 εἶπεν οὖν αὐτοῖς Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν , ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα , οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς .
6.54 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον , κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ .
6.55 γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις , καὶ τὸ αἷμά μου ʹ ἀληθής ἐστι πόσις .
6.56 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ .
6.57 καθὼς ἀπέστειλέν με ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα , καὶ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ .
6.58 οὗτός ἐστιν ἄρτος ἐξ οὐρανοῦ καταβάς , οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον · τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα .
6.59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ .
6.60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν · Σκληρός ἐστιν λόγος οὗτος · τίς δύναται αὐτοῦ ἀκούειν ;
6.61 εἰδὼς δὲ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς · Τοῦτο ὑμᾶς σκανδαλίζει ;