7.1 Καὶ μετὰ ταῦτα περιεπάτει Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ , οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν , ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι .
7.2 ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων σκηνοπηγία .
7.3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ · Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν , ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ποιεῖς ·
7.4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι · εἰ ταῦτα ποιεῖς , φανέρωσον σεαυτὸν τῷ κόσμῳ .
7.5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν .
7.6 λέγει οὖν αὐτοῖς Ἰησοῦς · καιρὸς ἐμὸς οὔπω πάρεστιν , δὲ καιρὸς ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος .
7.7 οὐ δύναται κόσμος μισεῖν ὑμᾶς , ἐμὲ δὲ μισεῖ , ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν .
7.8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν · ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην , ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται .
7.9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ .
7.10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν , τότε καὶ αὐτὸς ἀνέβη , οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ .
7.11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον · Ποῦ ἐστιν ἐκεῖνος ;
7.12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις · οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν , ἄλλοι δὲ ἔλεγον · Οὔ , ἀλλὰ πλανᾷ τὸν ὄχλον .
7.13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων .