7.14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν .
7.15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες · Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς ;
7.16 ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν · ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με ·
7.17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν , γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ .
7.18 ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ · δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν .
7.19 Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον ; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον . τί με ζητεῖτε ἀποκτεῖναι ;
7.20 ἀπεκρίθη ὄχλος · Δαιμόνιον ἔχεις · τίς σε ζητεῖ ἀποκτεῖναι ;
7.21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε .
7.22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον .
7.23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ νόμος Μωϋσέως , ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ ;
7.24 μὴ κρίνετε κατ’ ὄψιν , ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε .
7.25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν · Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι ;
7.26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν · μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν χριστός ;
7.27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν · δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν .