8.14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ , ἀληθής ἐστιν μαρτυρία μου , ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω · ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ποῦ ὑπάγω .
8.15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε , ἐγὼ οὐ κρίνω οὐδένα .
8.16 καὶ ἐὰν κρίνω δὲ ἐγώ , κρίσις ἐμὴ ἀληθινή ἐστιν , ὅτι μόνος οὐκ εἰμί , ἀλλ’ ἐγὼ καὶ πέμψας με πατήρ .
8.17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν .
8.18 ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ .
8.19 ἔλεγον οὖν αὐτῷ · Ποῦ ἐστιν πατήρ σου ; ἀπεκρίθη Ἰησοῦς · Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου · εἰ ἐμὲ ᾔδειτε , καὶ τὸν πατέρα μου ἂν ᾔδειτε .
8.20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ · καὶ οὐδεὶς ἐπίασεν αὐτόν , ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ .
8.21 Εἶπεν οὖν πάλιν αὐτοῖς · Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με , καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν .
8.22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι · Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει · Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ;
8.23 καὶ ἔλεγεν αὐτοῖς · Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ , ἐγὼ ἐκ τῶν ἄνω εἰμί · ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ , ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου .