8.14 ἐμαυτοῦ , ἀληθής ἐστιν ἡ μαρτυρία μου , ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω · ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω .
8.15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε , ἐγὼ οὐ κρίνω οὐδένα .
8.16 καὶ ἐὰν κρίνω δὲ ἐγώ , ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν , ὅτι μόνος οὐκ εἰμί , ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ .
8.17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν .
8.18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ .
8.19 ἔλεγον οὖν αὐτῷ · Ποῦ ἐστιν ὁ πατήρ σου ; ἀπεκρίθη Ἰησοῦς · Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου · εἰ ἐμὲ ᾔδειτε , καὶ τὸν πατέρα μου ἂν ᾔδειτε .
8.20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ · καὶ οὐδεὶς ἐπίασεν αὐτόν , ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ .
8.21 Εἶπεν οὖν πάλιν αὐτοῖς · Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με , καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν .
8.22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι · Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει · Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ;
8.23 καὶ ἔλεγεν αὐτοῖς · Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ , ἐγὼ ἐκ τῶν ἄνω εἰμί · ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ , ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου .
8.24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν · ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι , ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν .