8.37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε · ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι , ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν .
8.38 ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ · καὶ ὑμεῖς οὖν ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε .
8.39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν . λέγει αὐτοῖς Ἰησοῦς · Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε , τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ·
8.40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι , ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ · τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν .
8.41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν . εἶπαν αὐτῷ · Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα · ἕνα πατέρα ἔχομεν τὸν θεόν .
8.42 εἶπεν αὐτοῖς Ἰησοῦς · Εἰ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ , ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω · οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα , ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν .
8.43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν .
8.44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν . ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς , καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν , ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ . ὅταν λαλῇ τὸ ψεῦδος , ἐκ τῶν ἰδίων λαλεῖ , ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ .
8.45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω , οὐ πιστεύετέ μοι .
8.46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας ; εἰ ἀλήθειαν λέγω , διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι ;