8.47 ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει · διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ .
8.48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ · Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις ;
8.49 ἀπεκρίθη Ἰησοῦς · Ἐγὼ δαιμόνιον οὐκ ἔχω , ἀλλὰ τιμῶ τὸν πατέρα μου , καὶ ὑμεῖς ἀτιμάζετέ με .
8.50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου · ἔστιν ζητῶν καὶ κρίνων .
8.51 ἀμὴν ἀμὴν λέγω ὑμῖν , ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ , θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα .
8.52 εἶπον αὐτῷ οἱ Ἰουδαῖοι · Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις . Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται , καὶ σὺ λέγεις · Ἐάν τις τὸν λόγον μου τηρήσῃ , οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα ·
8.53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ , ὅστις ἀπέθανεν ; καὶ οἱ προφῆται ἀπέθανον · τίνα σεαυτὸν ποιεῖς ;
8.54 ἀπεκρίθη Ἰησοῦς · Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν , δόξα μου οὐδέν ἐστιν · ἔστιν πατήρ μου δοξάζων με , ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν ,
8.55 καὶ οὐκ ἐγνώκατε αὐτόν , ἐγὼ δὲ οἶδα αὐτόν · κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν , ἔσομαι ὅμοιος ὑμῖν ψεύστης · ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ .
8.56 Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν , καὶ εἶδεν καὶ ἐχάρη .
8.57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν · Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας ;