10.1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν , ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής ·
10.2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων .
10.3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει , καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά .
10.4 ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ , ἔμπροσθεν αὐτῶν πορεύεται , καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ , ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ ·
10.5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ , ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν .
10.6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς .
10.7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων .
10.8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί · ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα .
10.9 ἐγώ εἰμι ἡ θύρα · δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει .
10.10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ · ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν .
10.11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός · ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων ·
10.12 ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν , οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια , θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει — καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει —
10.13 ὅτι μισθωτός ἐστιν καὶ