9.14 ἦν δὲ σάββατον ἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς .
9.15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν . δὲ εἶπεν αὐτοῖς · Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς , καὶ ἐνιψάμην , καὶ βλέπω .
9.16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές · Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος , ὅτι τὸ σάββατον οὐ τηρεῖ . ἄλλοι ἔλεγον · Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν ; καὶ σχίσμα ἦν ἐν αὐτοῖς .
9.17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν · Τί σὺ λέγεις περὶ αὐτοῦ , ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς ; δὲ εἶπεν ὅτι Προφήτης ἐστίν .
9.18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν , ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
9.19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες · Οὗτός ἐστιν υἱὸς ὑμῶν , ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη ; πῶς οὖν βλέπει ἄρτι ;
9.20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν · Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη ·
9.21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν , τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν · αὐτὸν ἐρωτήσατε , ἡλικίαν ἔχει , αὐτὸς περὶ ἑαυτοῦ λαλήσει .
9.22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους , ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν , ἀποσυνάγωγος γένηται .
9.23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει , αὐτὸν ἐπερωτήσατε .