10.26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε , ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν .
10.27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν , κἀγὼ γινώσκω αὐτά , καὶ ἀκολουθοῦσίν μοι ,
10.28 κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον , καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα , καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου .
10.29 πατήρ μου δέδωκέν μοι πάντων μεῖζων ἐστιν , καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός .
10.30 ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν .
10.31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν .
10.32 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς · Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός · διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε ;
10.33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι · Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας , καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν .
10.34 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς · Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα · Θεοί ἐστε ;
10.35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς λόγος τοῦ θεοῦ ἐγένετο , καὶ οὐ δύναται λυθῆναι γραφή ,
10.36 ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς , ὅτι εἶπον · Υἱὸς τοῦ θεοῦ εἰμι ;
10.37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου , μὴ πιστεύετέ μοι ·
10.38 εἰ δὲ ποιῶ , κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύετε , ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ πατὴρ κἀγὼ ἐν τῷ πατρί .
10.39 ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι · καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν .