11.14 Ἰησοῦς παρρησίᾳ · Λάζαρος ἀπέθανεν ,
11.15 καὶ χαίρω δι’ ὑμᾶς , ἵνα πιστεύσητε , ὅτι οὐκ ἤμην ἐκεῖ · ἀλλὰ ἄγωμεν πρὸς αὐτόν .
11.16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς · Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ .
11.17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ .
11.18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε .
11.19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ .
11.20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ · Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο .
11.21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν · Κύριε , εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου ·
11.22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός .
11.23 λέγει αὐτῇ ὁ Ἰησοῦς · Ἀναστήσεται ὁ ἀδελφός σου .
11.24 λέγει αὐτῷ ἡ Μάρθα · Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ .
11.25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς · Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή · ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται ,
11.26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα · πιστεύεις τοῦτο ;
11.27 λέγει αὐτῷ · Ναί , κύριε · ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος .
11.28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα · Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε .
11.29 ἐκείνη δὲ ὡς ἤκουσεν