11.1 Ἦν δέ τις ἀσθενῶν , Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς .
11.2 ἦν δὲ Μαριὰμ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς , ἧς ἀδελφὸς Λάζαρος ἠσθένει .
11.3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι · Κύριε , ἴδε ὃν φιλεῖς ἀσθενεῖ .
11.4 ἀκούσας δὲ Ἰησοῦς εἶπεν · Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς .
11.5 ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον .
11.6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ , τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας ·
11.7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς · Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν .
11.8 λέγουσιν αὐτῷ οἱ μαθηταί · Ῥαββί , νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι , καὶ πάλιν ὑπάγεις ἐκεῖ ;
11.9 ἀπεκρίθη Ἰησοῦς · Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας ; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ , οὐ προσκόπτει , ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει ·
11.10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί , προσκόπτει , ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ .
11.11 ταῦτα εἶπεν , καὶ μετὰ τοῦτο λέγει αὐτοῖς · Λάζαρος φίλος ἡμῶν κεκοίμηται , ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν .
11.12 εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ · Κύριε , εἰ κεκοίμηται σωθήσεται .
11.13 εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ . ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει .