11.28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα · διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε .
11.29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν ·
11.30 οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην , ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα .
11.31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν , ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν , ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ .
11.32 οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας , λέγουσα αὐτῷ · Κύριε , εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ἀδελφός .
11.33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν ,
11.34 καὶ εἶπεν · Ποῦ τεθείκατε αὐτόν ; λέγουσιν αὐτῷ · Κύριε , ἔρχου καὶ ἴδε .
11.35 ἐδάκρυσεν Ἰησοῦς .
11.36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι · Ἴδε πῶς ἐφίλει αὐτόν .
11.37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν · Οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ ;
11.38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον · ἦν δὲ σπήλαιον , καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ .
11.39 λέγει Ἰησοῦς · Ἄρατε τὸν λίθον . λέγει αὐτῷ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα · Κύριε , ἤδη ὄζει , τεταρταῖος γάρ ἐστιν .