11.40 λέγει αὐτῇ Ἰησοῦς · Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ ;
11.41 ἦραν οὖν τὸν λίθον . δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν · Πάτερ , εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου ,
11.42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις · ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον , ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας .
11.43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν · Λάζαρε , δεῦρο ἔξω .
11.44 ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις , καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο . λέγει αὐτοῖς Ἰησοῦς · Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν .
11.45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων , οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν , ἐπίστευσαν εἰς αὐτόν ·
11.46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἐποίησεν Ἰησοῦς .
11.47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον , καὶ ἔλεγον · Τί ποιοῦμεν ὅτι οὗτος ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα ;
11.48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως , πάντες πιστεύσουσιν εἰς αὐτόν , καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος .
11.49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας , ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου , εἶπεν αὐτοῖς · Ὑμεῖς οὐκ οἴδατε οὐδέν ,
11.50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται .
11.51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν , ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους ,