13.26 ψωμίον καὶ δώσω αὐτῷ · βάψας οὖν τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου .
13.27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς . λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς · Ὃ ποιεῖς ποίησον τάχιον .
13.28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ ·
13.29 τινὲς γὰρ ἐδόκουν , ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας , ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν , ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ .
13.30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς . ἦν δὲ νύξ .
13.31 Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς · Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου , καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ ·
13.32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ , καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ , καὶ εὐθὺς δοξάσει αὐτόν .
13.33 τεκνία , ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι · ζητήσετέ με , καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν , καὶ ὑμῖν λέγω ἄρτι .
13.34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους , καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους .
13.35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε , ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις .
13.36 Λέγει αὐτῷ Σίμων Πέτρος · Κύριε , ποῦ ὑπάγεις ; ἀπεκρίθη Ἰησοῦς · Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι , ἀκολουθήσεις δὲ ὕστερον .
13.37 λέγει αὐτῷ ὁ Πέτρος · Κύριε , διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι ; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω .
13.38 ἀποκρίνεται Ἰησοῦς · Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ; ἀμὴν