13.12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν , πάλιν εἶπεν αὐτοῖς · Γινώσκετε τί πεποίηκα ὑμῖν ;
13.13 ὑμεῖς φωνεῖτέ με διδάσκαλος καὶ κύριος , καὶ καλῶς λέγετε , εἰμὶ γάρ .
13.14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας κύριος καὶ διδάσκαλος , καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας ·
13.15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε .
13.16 ἀμὴν ἀμὴν λέγω ὑμῖν , οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν .
13.17 εἰ ταῦτα οἴδατε , μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά .
13.18 οὐ περὶ πάντων ὑμῶν λέγω · ἐγὼ οἶδα τίνας ἐξελεξάμην · ἀλλ’ ἵνα γραφὴ πληρωθῇ · τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ .
13.19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι , ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι .
13.20 ἀμὴν ἀμὴν λέγω ὑμῖν , λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει , δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με .
13.21 Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με .
13.22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει .
13.23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ , ὃν ἠγάπα Ἰησοῦς ·
13.24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει .
13.25 ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ · Κύριε , τίς ἐστιν ;