14.12 ἀμὴν ἀμὴν λέγω ὑμῖν , πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει , καὶ μείζονα τούτων ποιήσει , ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι ·
14.13 καὶ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω , ἵνα δοξασθῇ πατὴρ ἐν τῷ υἱῷ ·
14.14 ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω .
14.15 Ἐὰν ἀγαπᾶτέ με , τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε ·
14.16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα ,
14.17 τὸ πνεῦμα τῆς ἀληθείας , κόσμος οὐ δύναται λαβεῖν , ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει · ὑμεῖς γινώσκετε αὐτό , ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται .
14.18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς , ἔρχομαι πρὸς ὑμᾶς .
14.19 ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι θεωρεῖ , ὑμεῖς δὲ θεωρεῖτέ με , ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε .
14.20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν .
14.21 ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ἀγαπῶν με · δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου , κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν .
14.22 λέγει αὐτῷ Ἰούδας , οὐχ Ἰσκαριώτης · Κύριε , τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ ;