14.23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει , καὶ πατήρ μου ἀγαπήσει αὐτόν , καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα .
14.24 μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ · καὶ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός .
14.25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων ·
14.26 δὲ παράκλητος , τὸ πνεῦμα τὸ ἅγιον πέμψει πατὴρ ἐν τῷ ὀνόματί μου , ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν .
14.27 εἰρήνην ἀφίημι ὑμῖν , εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν · οὐ καθὼς κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν . μὴ ταρασσέσθω ὑμῶν καρδία μηδὲ δειλιάτω .
14.28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν · Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς . εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν , ὅτι πορεύομαι πρὸς τὸν πατέρα , ὅτι πατὴρ μείζων μού ἐστιν .
14.29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι , ἵνα ὅταν γένηται πιστεύσητε .
14.30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν , ἔρχεται γὰρ τοῦ κόσμου ἄρχων · καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν ,
14.31 ἀλλ’ ἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα , καὶ καθὼς ἐνετείλατο μοι πατὴρ οὕτως ποιῶ . Ἐγείρεσθε , ἄγωμεν ἐντεῦθεν .