15.1 Ἐγώ εἰμι ἄμπελος ἀληθινή , καὶ πατήρ μου γεωργός ἐστιν ·
15.2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό , καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ .
15.3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν ·
15.4 μείνατε ἐν ἐμοί , κἀγὼ ἐν ὑμῖν . καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ , οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε .
15.5 ἐγώ εἰμι ἄμπελος , ὑμεῖς τὰ κλήματα . μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν , ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν .
15.6 ἐὰν μή τις μένῃ ἐν ἐμοί , ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη , καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται .
15.7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ , ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν ·
15.8 ἐν τούτῳ ἐδοξάσθη πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί .
15.9 καθὼς ἠγάπησέν με πατήρ , κἀγὼ ὑμᾶς ἠγάπησα , μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ .
15.10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε , μενεῖτε ἐν τῇ ἀγάπῃ μου , καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ .
15.11 ταῦτα λελάληκα ὑμῖν ἵνα χαρὰ ἐμὴ ἐν ὑμῖν καὶ χαρὰ ὑμῶν πληρωθῇ .
15.12 Αὕτη ἐστὶν ἐντολὴ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ·