16.24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου · αἰτεῖτε καὶ λήμψεσθε , ἵνα χαρὰ ὑμῶν πεπληρωμένη .
16.25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν · ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν .
16.26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε , καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν ·
16.27 αὐτὸς γὰρ πατὴρ φιλεῖ ὑμᾶς , ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον .
16.28 ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον · πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα .
16.29 Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ · Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς , καὶ παροιμίαν οὐδεμίαν λέγεις .
16.30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ · ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες .
16.31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς · Ἄρτι πιστεύετε ;
16.32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε · καὶ οὐκ εἰμὶ μόνος , ὅτι πατὴρ μετ’ ἐμοῦ ἐστιν .
16.33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε · ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε , ἀλλὰ θαρσεῖτε , ἐγὼ νενίκηκα τὸν κόσμον .