17.1 Ταῦτα ἐλάλησεν Ἰησοῦς , καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν · Πάτερ , ἐλήλυθεν ὥρα · δόξασόν σου τὸν υἱόν , ἵνα υἱὸς δοξάσῃ σέ ,
17.2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός , ἵνα πᾶν δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον .
17.3 αὕτη δέ ἐστιν αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν .
17.4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς , τὸ ἔργον τελειώσας δέδωκάς μοι ἵνα ποιήσω ·
17.5 καὶ νῦν δόξασόν με σύ , πάτερ , παρὰ σεαυτῷ τῇ δόξῃ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί .
17.6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου . σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ʹ ἔδωκας , καὶ τὸν λόγον σου τετήρηκαν .
17.7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν ·
17.8 ὅτι τὰ ῥήματα ἔδωκάς μοι δέδωκα αὐτοῖς , καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον , καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας .
17.9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ · οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι , ὅτι σοί εἰσιν ,
17.10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά , καὶ δεδόξασμαι ἐν αὐτοῖς .
17.11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ , καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν , κἀγὼ πρὸς σὲ ἔρχομαι . πάτερ ἅγιε , τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου δέδωκάς μοι , ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς .